Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰναλίῃ σάλπιγγι Λίβυς μυκήσατο Νηρεύς·
- καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης
- εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ
- οὕρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ
- μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου·
- καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου
- ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης.
- Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ,
- ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης
- εἰς μόθον ὑδατόεντα κορύσσετο φοντάδι λύσσῃ,
- ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ·
- ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων
- νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ,
- βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς·
- ἄλλη ἀπὸ Τμώλοιο λεχωίδος ὕψι λεαίνης
- ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ,
- Μαιονὶς ἀκρήδεμνος ὑπεβρυχᾶτο Μιμαλλών,
- καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης,
- μιμηλαῖς γενύεσσιν ὑπαφριόωσα θαλάσσῃ.
- Σειληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην