Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἰχθύας ὠκυπόροισιν ἐοικότας ἤλασαν ἵπποις.
  2. ἄλλη δʼ ἀντικέλευθον ἁλίδρομον εἶχε πορείην
  3. ἡνίοχος δελφῖνος ὑπερκύψασα θαλάσσης,
  4. νώτῳ δʼ ἰχθυόεντι καθιππεύουσα γαλήνης
  5. ὑγρομανῆ δρόμον εἶχε· μανεὶς δέ τις ὑγρὸς ὁδίτης
  6. μεσσοφανὴς δελφῖνας ὁμόζυγας ἔσχισε δελφίς.
  7. καὶ ποταμοὶ κελάδησαν ἐς ὑσμίνην Διονύσου
  8. θαρσύνοντες ἄνακτα, καὶ ἀενάων ἀπὸ λαιμῶν
  9. ὑδατόεν μύκημα κεχηνότος Ὠκεανοῖο
  10. ἄγγελος ὑσμίνης Ποσιδήιος ἔβρεμε σάλπιγξ·
  11. καὶ πελάγη κυρτοῦτο συναιχμάζοντα τριαίνῃ·
  12. Ἰκαρίῳ Μυρτῷος ἐπέτρεχεν, ἀγχιφανὴς δὲ
  13. ἑσπερίῳ Σαρδῷος, Ἴβηρ ἐπεσύρετο Κελτῷ
  14. οἰδαίνων πελάγεσσι, καὶ ἠθάδι δίζυγι πόντῳ
  15. Βόσπορος ἀστήρικτος ἐμίγνυε καμπύλον ὕδωρ,
  16. Αἰγαίου δὲ ῥέεθρα συναιθύσσοντες ἀέλλῃ
  17. Ἰονίης κενεῶνες ἐμαστίζοντο θαλάσσης
  18. συζυγέες, Σικελῆς δὲ παρὰ σφυρὰ θυιάδος ἅλμης
  19. κύμασι πυργωθεῖσα συνέκτυπεν Ἀδριὰς ἅλμη
  20. ἀγχινεφής· καὶ κόχλον ἑλὼν ὑπὸ Σύρτιος ὕδωρ