Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης.
- καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ
- ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ,
- λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης.
- καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης
- γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης·
- καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου
- εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ·
- κουφίζων δʼ ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων
- πομπίλος ἠέρταζε διʼ ὕδατος ἄβροχον Εἰδώ.
- ὡς δέ τις ἱππεύων ἐλατὴρ ὑπὸ κυκλάδι τέχνῃ.
- δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης,
- δεξιτερὸν κάμψειε, παριεμένοιο χαλινοῦ
- κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
- ὀκλάζων ἐπίκυρτος, ἐπʼ ἄντυγι γούνατα πήξας
- ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων
- φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσει,
- ὄμμα βαλὼν κατόπισθε, παρελκομένου δὲ προσώπου
- δίφρον ὀπισθοπόροιο φυλάσσεται ἡνιοχῆος·
- ὣς τότε Νηρεΐδες διερὴν περὶ νύσσαν ἀγῶνος