Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ κεφαλὴν ὤρθωσεν, ἀποπτύων δὲ γενείων
  2. ἰὸν ἀκοντιστῆρα κεχηνότι σύρισε λαιμῷ·
  3. καὶ δέμας ἀλλοπρόσαλλον ἔχων σκιοειδέι μορφῇ
  4. φρῖξε λέων, σύτο κάπρος, ὕδωρ ῥέε· καὶ χορὸς Ἰνδῶν
  5. ὑγρὸν ἀπειλητῆρι ῥόον σφηκώσατο δεσμῷ
  6. χερσὶν ὀλισθηρῇσιν ἔχων ἀπατήλιον ὕδωρ·
  7. κερδαλέος δὲ γέρων πολυδαίδαλον εἶδος ἀμείβων
  8. εἶχε Περικλυμένοιο πολύτροπα δαίδαλα μορφῆς,
  9. ὃν κτάμεν Ἡρακλέης, ὅτε δάκτυλα δισσὰ συνάψας
  10. ψευδαλέον μίμημα νόθης ἔθραυσε μελίσσης.
  11. χερσαίην δὲ γέροντος ἐκυκλώσαντο πορείην
  12. πώεα κητώεντα, φιλοψαμάθοιο δὲ φώκης
  13. οἰγομένῳ βαρύδουπον ὕδωρ ἐπεπάφλασε λαιμῷ.
  14. θυγατέρων δὲ φάλαγγα φιλεύιον εἰς μόθον ἕλκων
  15. ἔγχεϊ κυματόεντι γέρων ὡπλίζετο Νηρεύς,
  16. ποντοπόρῳ τριόδοντι καταθρῴσκων ἐλεφάντων,
  17. δεινὸς ἰδεῖν· πολλαὶ δὲ παρʼ ᾐόνα γείτονες ὄχθαι
  18. εἰναλίῃ Νηρῆος ἐδοχμώθησαν ἀκωκῇ.
  19. Νηρεΐδων δὲ γένεθλα συνεκρούσαντο τοκῆι
  20. ὑσμίνης ἀλάλαγμα· καὶ εἰς μόθον ὑψόθι πόντου