Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- μαστεύων κτύπον ἄλλον· ὑπηνέμιος δὲ καὶ αὐτὴ
- τικτομένη σύριγγι διώκετο ποντιὰς ἠχώ.
- ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας
- ῥῖψεν ἐφʼ Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη
- Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν.
- Πρωτεὺς δʼ Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης
- εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης·
- ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
- Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν
- φωκάων πολύμορφον ἐπηχύναντο νομῆα.
- σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών·
- Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
- πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν·
- καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη
- δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων
- ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ·
- καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας
- εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος
- σπεῖραν ἀνῃώρησεν, ὑπʼ ὀρχηστῆρι δὲ παλμῷ
- ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς,