Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ γάμον αἰχμητῆρα καί ἱμερόεσσαν Ἐνυώ.
  2. καί μιν ὅλην πυκάσασα γυναικείῳ τινὶ κόσμῳ
  3. Κύπρις ἐπʼ ἀκροπόληος ἑῆς ἱδρύσατο πάτρης
  4. παρθένον ἀμφήριστον ἀέθλιον ἁβρὸν Ἐρώτων·
  5. ἀμφοτέροις δὲ θεοῖσι μίαν ξυνώσατο φωνήν·
  6. Ἤθελον, εἰ δύο παῖδας ἐγὼ λάχον, ὄφρα συνάψω
  7. τὴν μὲν ὀφειλομένην ἐνοσίχθονι, τὴν δὲ Λυαίῳ·
  8. ἀλλʼ ἐπεὶ οὐ γενόμην διδυγητόκος, οὐδὲ κελεύει
  9. θεσμὰ γάμων ἄχραντα μίαν ξυνήονα κούρην
  10. ζεῦξαι διχθαδίοισιν ἀμοιβαίοις παρακοίταις,
  11. ἀμφὶ μιῆς ἀλόχοιο μόθος νυμφοστόλος ἔστω·
  12. οὐ γὰρ ἄτερ καμάτου Βερόης λέχος· ἀμφὶ δὲ νύμφης
  13. ἄμφω ἀεθλεύσοιτε γάμου προκέλευθον ἀγῶνα·
  14. ὅς δέ κε νικήσει, Βερόην ἀνάεδνον ἀγέσθω---
  15. ἀμφοτέροις φίλος ὅρκος· ἐπεὶ περιδείδια κούρης
  16. γείτονος ἀμφί πόληος, ὅπῃ πολιοῦχος ἀκούω,
  17. πατρίδα μὴ Βερόης Βερόης διὰ κάλλος ὀλέσσω·
  18. συνθεσίας πρὸ γάμοιο τελέσσατε, μὴ μετὰ χάρμην
  19. πόντιος ἐννοσίγαιος ἀτεμβόμενος περὶ νίκης
  20. γαῖαν ἀιστώσειεν ἑῆς γλωχῖνι τριαίνης,