Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὠκεανὸν κελάδοντα τεὸν θεράποντα καλέσσω·
  2. σοὶ ποταμοὺς ξύμπαντας ὀπάονας ἕδνον ὀπάσσω.
  3. εἰ δὲ καὶ ἀμφιπόλοις ἐπιτέρπεαι, εἰς σὲ κομίσσω
  4. θυγατέρας Νηρῆος· ἀναινομένη δὲ γενέσθω
  5. μαῖα Διωνύσοιο τεὴ θαλαμηπόλος Ἰνώ.
  6. ἔννεπε· χωομένην δὲ λιπών δυσπειθέα κούρην
  7. ἠέρι μῦθον ἔειπε χέων ἀνεμώδεα φωνήν·
  8. Μύρρης ὄλβιε κοῦρε, λαχὼν εὔπαιδα γενέθλην
  9. τιμὴν μοῦνος ἔχεις διδυμάονα· μοῦνος ἀκούεις
  10. καὶ γενέτης Βερόης καὶ νυμφίος ἀφρογενείης.
  11. τοῖα μὲν ἐννοσίγαιος ἱμάσσετο κέντορι κεστῷ·
  12. πολλὰ δὲ δῶρα τίταινεν Ἀδώνιδι καὶ Κυθερείῃ,
  13. κούρης ἕδνον ἔρωτος. ὁμοφλέκτῳ δὲ βελέμνῳ
  14. ὄλβον ἄγων Διόνυσος, ὅσον παρὰ γείτονι Γάγγῃ
  15. χρυσοφαεῖς ὠδῖνες ἐμαιώσαντο μετάλλων,
  16. πολλὰ μάτην ἱκέτευε θαλασσαίην Ἀφροδίτην.
  17. καὶ Παφίη δεδόνητο, πολυμνήστοιο δὲ κούρης
  18. ἀμφοτέρους μνηστῆρας ἐδείδιεν· ἀμφοτέρων δὲ
  19. ἰσοτύπων ὁρόωσα πόθον καὶ ζῆλον Ἐρώτων
  20. Ἄρεϊ νυμφιδίῳ Βερόης κήρυξεν ἀγῶνα