Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μὴ κοτέων Διόνυσος Ἀμυμώνης περὶ λέκτρων
  2. ἄστεος ἀμπελόεσσαν ἀμαλδύνειεν ἀλωήν.
  3. εὐμενέες δὲ γένεσθε μετὰ κλόνον· ἀμφότεροι δὲ
  4. φίλτρου ζῆλον ἔχοντες ὁμοφροσύνης ἐνὶ θεσμῷ
  5. κάλλεϊ φαιδροτέρῳ κοσμήσατε πατρίδα νύμφης.
  6. ὣς φαμένης μνηστῆρες ἐπῄνεον· ἀμφοτέροις δὲ
  7. ἔμπεδος ὅρκος ἔην Κρονίδης καὶ Γαῖα καὶ Αἰθὴρ
  8. καὶ Στύγιαι ῥαθάμιγγες· ἐπιστώσαντο δὲ Μοῖραι
  9. συνθεσίας· καὶ Δῆρις ἀέξετο πομπὸς Ἐρώτων
  10. καὶ Κλόνος· ἀμφοτέρους δὲ γαμοστόλος ὥπλισε Πειθώ.
  11. οὐρανόθεν δὲ μολόντες ὀπιπευτῆρες ἀγῶνος
  12. σὺν Διὶ πάντες ἔμιμνον, ὅσοι ναετῆρες Ὀλύμπου,
  13. μάρτυρες ὑσμίνης Λιβανηίδος ὑψόθι πέτρης.
  14. ἔνθα φάνη μέγα σῆμα ποθοβλήτῳ Διονύσῳ·
  15. κίρκος ἀελλήεις χαλάσας πτερὸν ἔγκυον αὔρης
  16. βοσκομένην ἐδίωκε πελειάδα· τὴν δέ τις ἄφνω
  17. ἐκ χθονὸς ἁρπάξας ἁλιαίετος εἰς βυθὸν ἔπτη,
  18. φειδομένοις ὀνύχεσσι μετάρσιον ὄρνιν ἀείρων.
  19. καί μιν ἰδὼν Διόνυσος ἀπέπτυεν ἐλπίδα νίκης·
  20. ἔμπης δʼ εἰς μόθον ἦλθεν. ἐπʼ ἀμφοτέρων δὲ κυδοιμῷ