Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰ γλυκὺ νέκταρ ἔπινε μετὰ γλάγος ἄμβροτον Ἥρης·
- εἴρετο δʼ Ἀστροχίτωνα χέων φιλοπευθέα φωνήν·
- Ἀστροχίτων με δίδασκε, τύπῳ χθονός, εἰκόνι νήσου,
- τίς θεὸς ἄστυ πόλισσε, τίς ἔγραφεν οὐρανίη χείρ;
- τίς σκοπέλους ἀνάειρε καὶ ἐρρίζωσε θαλάσσῃ;
- τίς κάμε δαίδαλα ταῦτα; πόθεν λάχον οὔνομα πηγαί;
- τίς χθονὶ νῆσον ἔμιξεν ὁμόζυγα μητρὶ θαλάσσῃ;
- εἶπε· καὶ Ἡρακλέης φιλίῳ μειλίξατο μύθῳ·
- Βάκχε, σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.
- ἐνθάδε φῶτες ἔναιον, ὁμόσπορος οὕς ποτε μούνους
- ἀενάου κόσμοιο συνήλικας ἔδρακεν Αἰών,
- ἁγνὸν ἀνυμφεύτοιο γένος χθονός, ὧν τότε μορφὴν
- αὐτομάτην ὤδινεν ἀνήροτος ἄσπορος ἰλύς·
- οἳ πόλιν ἰσοτύπων δαπέδων αὐτόχθονι τέχνῃ
- πετραίοις ἀτίνακτον ἐπυργώσαντο θεμέθλοις.
- καί ποτε πηγαίῃσι παρʼ εὐύδροισι χαμευναῖς
- ἠελίου πυρόεντος ἱμασσομένης χθονὸς ἀτμῷ
- τερψινόου Ληθαῖον ἀμεργόμενοι πτερὸν Ὕπνου
- εὗδον ὁμοῦ, κραδίῃ δὲ φιλόπτολιν οἶστρον ἀέξων
- γηγενέων στατὸν ἴχνος ἐπῃώρησα καρήνῳ,