Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠέλιος Βαβυλῶνος, ἐν Ἑλλάδι Δελφὸς Ἀπόλλων
  2. εἰ Γάμος, ὃν σκιεροῖσιν Ἔρως ἔσπειρεν ὀνείροις
  3. μιμηλῆς τελέων ἀπατήλιον ἵμερον εὐνῆς,
  4. ἐκ Διὸς ὑπνώοντος ὅτε γλωχῖνι μαχαίρης
  5. αὐτογάμῳ σπόρον ὑγρὸν ἐπιξύσαντος ἀρούρης
  6. οὐρανίαις λιβάδεσσιν ἐμαιώθησαν ἐρίπναι,
  7. εἴτε σὺ Παιήων ὀδυνήφατος, εἰ πέλες Αἰθὴρ
  8. ποικίλος, Ἀστροχίτων δὲ φατίζεαι—ἐννύχιοι γὰρ
  9. οὐρανὸν ἀστερόεντες ἐπαυγάζουσι χιτῶνες—·
  10. οὔασιν εὐμενέεσσιν ἐμὴν ἀσπάζεο φωνήν.
  11. τοῖον ἔπος Διόνυσος ἀνήρυγεν. ἐξαπίνης δὲ
  12. ἔνθεον εἶδος ἔχων θεοδέγμονος ἔνδοθι νηοῦ
  13. Ἀστροχίτων ἤστραψε· πυριγλήνου δὲ προσώπου
  14. μαρμαρυγὴν ῥοδόεσσαν ἀπηκόντιζον ὀπωπαί·
  15. καὶ θεὸς αἰγλήεις παλάμην ὤρεξε Λυαίῳ,
  16. ποικίλον εἷμα φέρων, τύπον αἰθέρος, εἰκόνα κόσμου,
  17. στίλβων ξανθὰ γένεια καὶ ἀστερόεσσαν ὑπήνην·
  18. καί μιν ἐυφραίνων φιλίῃ μείλιξε τραπέζῃ.
  19. αὐτὰρ ὁ θυμὸν ἔτερπεν ἀδαιτρεύτῳ παρὰ δείπνῳ
  20. ψαύων ἀμβροσίης καὶ νέκταρος· οὐ νέμεσις δέ,