Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βροτέου σκιοειδὲς ἔχων ἴνδαλμα προσώπου
  2. θέσφατον ὀμφήεντος ἀνήρυγον ἀνθερεῶνος·
  3. ὕπνον ἀποσκεδάσαντες ἀεργέα, παῖδες ἀρούρης,
  4. τεύξατέ μοι ξένον ἅρμα βατῆς ἁλός· ὀξυτόμοις δὲ
  5. κόψατέ μοι πελέκεσσι ῥάχιν πιτυώδεος ὕλης·
  6. τεύξατέ μοι σοφὸν ἔργον· ὑπὸ σταμίνεσσι δὲ πυκνοῖς
  7. ἰκρία γομφώσαντες ἐπασσυτέρῳ τινὶ κόσμῳ
  8. συμφερτὴν ἀτίνακτον ἀρηρότι δήσατε δεσμῷ,
  9. δίφρον ἁλός, σχεδίην πρωτόπλοον, ἣ διὰ πόντου
  10. ὑμέας ὀχλίζειε· καὶ ἀγκύλον ἄκρον ἀπʼ ἄκρου
  11. πρωτοπαγὲς δόρυ μακρὸν ὅλον στήριγμα δεχέσθω·
  12. ἰκρία δὲ σταμίνεσσιν ἀρηρότα δήσατε κύκλῳ,
  13. τοίχου δουρατέου πυκινὸν τύπον· ὑψιτενὲς δὲ
  14. σφιγγόμενον δεσμοῖσι μέσον ξύλον ὄρθιον ἔστω·
  15. καὶ λίνεον πλατὺ φᾶρος ἐφάψατε δούρατι μέσσῳ,
  16. συμπλεκέας δὲ κάλωας ἀμοιβαδίς, ὧν ἀπὸ δεσμῶν
  17. ἐκταδὸν ἠερίῳ κολπώσατε φᾶρος ἀήτῃ
  18. ἔγκυον ἐξ ἀνέμου νηοσσόον· ἀρτιπαγῆ δὲ
  19. φράξατε λεπταλέοισι σεσηρότα δούρατα γόμφοις,
  20. πυκνὰ περιστρώσαντες ὁμοζυγέων ἐπὶ τοίχων