Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νὺξ μὲν ἀκοντιστῆρι διωκομένη σέο πυρσῷ
  2. χάζεται ἀστήρικτος, ὅτε ζυγὸν ἄργυφον ἕλκων
  3. ἀκροφανὴς ἵππειος ἱμάσσεται ὄρθιος αὐχήν,
  4. σεῖο δὲ λαμπομένοιο φαάντερον οὐκέτι λάμπων
  5. ποικίλος εὐφαέεσσι χαράσσεται ἄστρασι λειμών,
  6. χεύμασι δʼ ἀντολικοῖο λελουμένος Ὠκεανοῖο
  7. σεισάμενος γονόεσσαν ἀθαλπέος ἰκμάδα χαίτης
  8. ὄμβρον ἄγεις φερέκαρπον, ἐπʼ εὐώδινι δὲ Γαίῃ
  9. ἠερίης ἠῷον ἐρεύγεαι ἀρδμὸν ἐέρσης,
  10. καὶ σταχύων ὠδῖνας ἀναλδαίνεις σέο δίσκῳ
  11. ῥαίνων ζωοτόκοιο διʼ αὔλακος ὄμπνιον ἀκτήν.
  12. Βῆλος ἐπʼ Εὐφρήταο, Λίβυς κεκλημένος Ἄμμων,
  13. Ἆπις ἔφυς Νειλῷος, Ἄραψ Κρόνος, Ἀσσύριος Ζεύς·
  14. καὶ ξύλα κηώεντα φέρων γαμψώνυχι ταρσῷ
  15. χιλιέτης σοφὸς ὄρνις ἐπʼ εὐόδμῳ σέο βωμῷ
  16. φοίνιξ, τέρμα βίοιο φέρων αὐτόσπορον ἀρχήν,
  17. τίκτεται ἰσοτύποιο χρόνου παλινάγρετος εἰκών,
  18. λύσας δʼ ἐν πυρὶ γῆρας ἀμείβεται ἐκ πυρὸς ἥβην·
  19. εἴτε Σάραπις ἔφυς, Αἰγύπτιος ἀννέφελος Ζεύς,
  20. εἰ Κρόνος, εἰ Φαέθων πολυώνυμος, εἴτε σὺ Μίθρης,