Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νάματος ἐκχυμένου παλινάγρετον εἰς μίαν ὤρην
  2. χεύμασιν αὐτογόνοισι πολυτρεφὲς ἔλυεν ὕδωρ·
  3. εἶδεν Ἀβαρβαρέης γόνιμον ῥόον, ἔδρακε πηγὴν
  4. Καλλιρόην ἐρόεσσαν ἐπώνυμον, εἶδε καὶ αὐτῆς
  5. ἁβρὸν ἐρευγομένης Δροσερῆς νυμφήιον ὕδωρ.
  6. ἀλλʼ ὅτε πάντα νόησεν ἑῷ φιλοτερπέι θυμῷ,
  7. εἰς δόμον Ἀστροχίτωνος ἐκώμασε, καὶ πρόμον ἄστρων
  8. τοῖον ἔπος βοόων ἐκαλέσσατο μύστιδι φωνῇ·
  9. Ἀστροχίτων Ἤρακλες, ἄναξ πυρός ὄρχαμε κόσμου,
  10. ἠέλιε, βροτέοιο βίου δολιχόσκιε ποιμήν,
  11. ἱππεύων ἑλικηδὸν ὅλον πόλον αἴθοπι δίκῃ,
  12. υἷα χρόνου λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
  13. κύκλον ἄγεις μετὰ κύκλον· ἀφʼ ὑμετέροιο δὲ δίφρου
  14. γήραϊ καὶ νεότητι ῥέει μορφούμενος αἰών·
  15. μαῖα σοφῆς ὠδῖνος ἀμήτορος εἰκόνα Μήνης
  16. ὠδίνεις τριέλικτον, ὅτε δροσόεσσα Σελήνη
  17. σῆς λοχίης ἀκτῖνος ἀμέλγεται ἀντίτυπον πῦρ,
  18. ταυρείην ἐπίκυρτον ἀολλίζουσα κεραίην·
  19. παμφαὲς αἰθέρος ὄμμα, φέρεις τετράζυγι δίφρῳ
  20. χεῖμα μετὰ φθινόπωρον, ἄγεις θέρος εἶαρ ἀμείβων.