Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φθεγγομένης κατὰ πόντον Ἀμαδρυὰς ἐγγὺς ἀκούει,
  2. καὶ Τυρίοις πελάγεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
  3. πνείων ἐκ Λιβάνοιο μεσημβρινὸς ἁβρὸς ἀήτης
  4. ἄσθματι καρποτόκῳ προχέει νηοσσόον ἀήτην,
  5. ψύχων ἀγρονόμον καὶ ναυτίλον εἰς πλόον ἕλκων,
  6. καὶ χθονίην δρεπάνην βυθίῃ πελάσασα τριαίνῃ
  7. φθέγγεται ὑγρομέδοντι θαλυσιὰς ἐνθάδε Δηώ,
  8. κωφῆς ἄβροχον ἅρμα καθιππεύοντι γαλήνης,
  9. ἰθύνειν δρόμον ἶσον ὁμοζήλων ἐπὶ δίφρων,
  10. ὄμπνια μαστίζουσα μετάρσια νῶτα δρακόντων.
  11. ὦπι πασιμέλουσα, τύπος χθονός, αἰθέρος εἰκών,
  12. συμφυέος τρίπλευρον ἔχεις τελαμῶνα θαλάσσης.
  13. ὣς εἰπὼν παράμειβε διʼ ἄστεος ὄμμα τιταίνων·
  14. καί οἱ ὀπιπεύοντι λιθογλώχινες ἀγυιαὶ
  15. μαρμαρυγὴν ἀνέφαινον ἀμοιβαίοιο μετάλλου·
  16. καὶ προγόνου δόμον εἶδεν Ἀγήνορος, ἔδρακεν αὐλὰς
  17. καὶ θάλαμον Κάδμοιο, καὶ ἁρπαμένης ποτὲ νύμφης
  18. Εὐρώπης ἀφύλακτον ἐδύσατο παρθενεῶνα,
  19. μνῆστιν ἔχων κερόεντος ἑοῦ Διός· ἀρχεγόνους δὲ
  20. πηγὰς θάμβεε μᾶλλον ὅπῃ χθονίου διὰ κόλπου