Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλά, καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας
  2. θηρός, ἐχιδνήεντι περισπείρας χθόνα καρπῷ
  3. κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης,
  4. γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρῳ
  5. πέντε λιπὼν ζώοντας· ἐπεσσομένῃσι δὲ Θήβαις
  6. σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη.
  7. ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη,
  8. καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ,
  9. δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῇ παρὰ βώλῳ
  10. μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης
  11. ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρῳ δὲ
  12. ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρῳ·
  13. θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ
  14. αὐχένα θηρὸς ἔτεμνεν· ἀπαμηθεῖσα δὲ κόρση
  15. σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίῃ
  16. ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή,
  17. καὶ δαπέδῳ τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῷ
  18. θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε· χωομένου δὲ
  19. Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῇ
  20. ἀλλοφυὴς ἤμελλε παρʼ Ἰλλυρίδος σφυρὰ γαίης