Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης·
  2. καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ
  3. ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ,
  4. φόρτον ἔχων δασπλῆτα, βαρυνόμενον δὲ φορῆα
  5. ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων,
  6. καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος
  7. φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ,
  8. καὶ κεφαλὴν δόχθωσε, τινασσομένου δὲ καρήνου
  9. ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν.
  10. ἀλλʼ ὅτε Κάδμος ἔκαμνε, τότε σχεδὸν ἦλθεν Ἀθήνη
  11. ἐσσομένης δονέουσα προάγγελον αἰγίδα νίκης
  12. Γοργείῳ κομόωσαν ἐχιδνήεντι καρήνῳ,
  13. καί οἱ ἀτυζομένῳ λαοσσόος ἴαχε δαίμων·
  14. Κάδμε, Γιγαντοφόνοιο Διὸς συνάεθλε κυδοιμοῦ,
  15. δειμαίνεις ἕνα μοῦνον ἰδὼν ὄφιν; ἐν δὲ κυδοιμοῖς
  16. σοὶ πίσυνος Τυφῶνα κατεπρήνιξε Κρονίων
  17. τοσσατίοις κομόωντα δρακοντείοισι καρήνοις.
  18. παύεο θηρείων τρομέων συριγμὸν ὀδόντων·
  19. Παλλὰς ἐποτρύνει σε, καὶ οὐ φονίῃ παρὰ Δίρκῃ
  20. ῥύσεται ἑρπηστῆρα φυλάκτορα χάλκεος Ἄρης.