Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου.
- ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσῃ
- χαλκείῃ κυνέῃ συνελέξατο καρπὸν ὀλέθρου,
- θηρείων γενύων βλοσυρὸν θέρος· ἐνδαπίης δὲ
- Παλλάδος ὑβὸν ἄροτρον ἀπʼ ὀργάδος εἰς χθόνα σύρων
- καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης
- ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμου ὀδόντων.
- καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων,
- ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων
- στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνῳ
- φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης·
- ἄλλος ἄνω προύκυψεν ἐς ὀμφαλόν, ὃς δʼ ἐπὶ γαίῃ
- ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων·
- ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων
- οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων
- ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμῳ
- τεύχεσιν αὐτοφύτοις κεκορυθμένος· ἆ μέγα θαῦμα,
- ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ·
- καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων
- ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων