Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δαυλίδος ἔστιχεν οὖδας ὁμούριον, ἔνθεν ἀκούω
  2. σιγαλέης λάλον εἷμα δυσηλακάτου Φιλομήλης,
  3. Τηρεὺς ἣν ἐμίαινεν, ὅτε ζυγίη φύγεν Ἥρη
  4. συζυγίην ἀχόρευτον ὀρεσσαύλων ὑμεναίων,
  5. κούρη δʼ ἀστορέεσσιν ἐπεστενάχιζε χαμεύναις
  6. εἰνοδίου θαλάμοιο, λιπογλώσσοιο δὲ κούρης
  7. μυρομένης Θρήισσαν ἀναγκαίην Ἀφροδίτην
  8. δάκρυσι μιμηλοῖσι λιπόθροος ἔστενεν Ἠχώ,
  9. παρθενικὴν φυγόδεμνον ὀδυρομένη Φιλομήλην,
  10. ὁππότε φοινήεντι μεμιγμένον αἵματος ὁλκῷ
  11. γλώσσης ἀρτιτόμοιο συνέβλυεν αἷμα κορείης·
  12. καὶ Τιτυοῦ πόλιν εἶδεν, ὅπῃ θρασὺς υἱὸς Ἀρούρης
  13. ἄλσεα καλλιπέτηλα διαστείχων Πανοπῆος
  14. ἁγνὰ βιαζομένης ἀνεσείρασε φάρεα Λητοῦς·
  15. καὶ ποδὸς ἴχνος ἔθηκε Ταναγραίῳ κενεῶνι,
  16. ἐκ δὲ Κορωνείης Ἁλιάρτιον οὖδας ἀμείβων
  17. Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς
  18. Ἀονίης σχεδὸν ἦλθε πέδον Βοιωτὸν ὁδεύων,
  19. ἧχί ποτʼ Ὠρίωνα, δυσίμερον υἱέα γαίης,
  20. σκορπίος, ἀστόργοιο βοηθόος ἰοχεαίρης,