Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πείθεται, οὐ μάστιγι κελεύεται· οἶδεν ἀείρειν
  2. Κύπριδος ἁβρὰ λέπαδνα καὶ οὐ ζυγόδεσμον ἀρότρων,
  3. αὐχένα μοῦνον Ἔρωτι καὶ οὐ Δήμητρι τιταίνει.
  4. ἀλλὰ πόθον Τυρίοιο τεοῦ γενετῆρος ἐάσας
  5. μίμνε παρʼ ἀλλοδαποῖσι, καὶ Αἰγυπτίης σέο Θήβης
  6. πατρίδος ἄστυ πόλισσον ἐπώνυμον, ἧχι πεσοῦσα
  7. εὐνήσει βαρύγουνον ἑὸν πόδα δαιμονίη βοῦς.
  8. ὣς φάμενος τριπόδων ἐπεκοίμισε θυιάδα φωνήν,
  9. καὶ ῥία Παρνησσοῖο τινάσσετο Φοιβάδος ἠχοῦς
  10. γείτονος εἰσαΐοντα, καὶ ὀμφήεντι ῥεέθρῳ
  11. Κασταλίης πάφλαζε νοήμονος ἔνθεον ὕδωρ.
  12. εἶπε θεός· καὶ Κάδμος ἐχάζετο καὶ παρὰ νηῷ
  13. βοῦν ἴδε, νισσομένῃ δὲ συνέστιχεν· ἑσπόμενοι δὲ
  14. ἀνέρες ἀπλάγκτοιο βοὸς βραδυπειθέι χηλῇ
  15. φειδομένην ἰσόμετρον ἐποιήσαντο πορείην
  16. ὀτρηροὶ θεράποντες· ὅθεν τότε Κάδμος ὁδεύων
  17. ἱερὸν ἔδρακε χῶρον ἐπόψιον, ἧχι νοήσας
  18. Πύθιος ἐννεάκυκλον ὀρειάδος ὁλκὸν ἀκάνθης
  19. εὔνασε Κιρραίης θανατηφόρον ἰὸν ἐχίδνης.
  20. Παρνησσοῦ δὲ κάρηνα λιπὼν μετανάστιος ἀνὴρ