Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης
- ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος,
- ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ
- ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρῳ.
- καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην
- ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή,
- καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης
- λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν.
- καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ
- ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλʼ ὅτε Κάδμῳ
- Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς,
- βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ
- δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ
- μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς
- ἁγνὸν ὕδωρ· οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς
- ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης.
- καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ·
- στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ
- Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν,
- καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ·