Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Σιδόνιον κρητῆρα τετυγμένον· Ὠκύθοος δὲ
  2. εἴρυοε Θεσσαλὸν ἵππον· ὁ δὲ τρίτος ἠρέμα βαίνων
  3. Πρίασος ἆορ ἔδεκτο σὺν ἀρυγρέῳ τελαμῶνι.
  4. καὶ Σατύρων ἐγέλασσε χορὸς φιλοπαίγμονι θυμῷ,
  5. παπταίνων Κορύβαντα χυτῇ ῥυπόωντα κονίῃ,
  6. ὄνθον ἀποπτύοντα κατάρρυτον ἀνθερεῶνος.
  7. καὶ σόλον αὐτοχόωνον ἄγων ἐπέθηκεν ἀγῶνι
  8. δισκοβόλους Διόνυσος ἀκοντιστῆρας ἐπείγων·
  9. πρώτῳ μὲν δύο δοῦρα σὺν ἱπποκόμῳ τρυφαλείῃ
  10. θῆκεν ἄγων, ἑτέρῳ δὲ διαυγέα κυκλάδα μίτρην,
  11. καὶ τριτάτῳ φιάλην, καὶ νεβρίδα θῆκε τετάρτῳ,
  12. ἣν χρυσέῃ κληῖδι Διὸς περονήσατα χαλκεύς.
  13. ὀρθωθεὶς δʼ ἀνὰ μέσσον ἐγερσινόῳ φάτο φωιῇ·
  14. Οὗτος ἀγὼν ἐπὶ δίσκον ἀεθλητῆρας ἐπείγει.
  15. ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μεγισσεύς,
  16. τῷ δʼ ἐπὶ δεύτερος ἦλθεν ἀερσιπόδης Ἁλιμήδης,
  17. καὶ τρίτος Εὐρυμέδων καὶ τέτρατος ἤλυθρν Ἄκμων·
  18. καὶ πίσυρες στοκχησὸν ἐφέστοασαν ἄλλος ἐπʼ ἄλλῳ.
  19. καὶ σόλον εὐδίωητον ἑλὼν ἔρριψε Μελισσεύς·
  20. Σειληνοὶ δʼ ἐγέλασσαν ὀλίζονα φωτὸς ἐρωήν.