Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δεύτερος Εὐρυμέσων παλάμην ἐπερείσατο δίσκῳ---
- καὶ σόλον εὐδίνητον ἑλὼν νωμήτορι καρπῷ
- βριθὺ βέλος προέηκε περίτροχον εὔλοφος Ἄκμων·
- καὶ βέλος ἠερόφοιτον ἐπέτρεχε σύνσρομον αὔραις,
- καὶ σκοπὸν Εὐρυμέδοντος ὑπέρβαλε μείζονι μέτρῳ
- ὀξείῃ στρογάιγγι· καὶ ὑψιπόδης Ἁλιμήδης
- εἰς σκοπὸν ἠκόντιξεν ἐν ἠερι δίσκον ἀλήτην·
- καὶ σόλος ἠερίῃσιν ἐπερροίζησεν ἀέλλαις
- ἐκ βριαρῆς παλάμης πεφορημένος, ὡς ἀπὸ τόξου
- ἵπταται ἀσταθέεσσι βέλος δεδονημένον αὔραις
- ὄρθιον· ἠερόθεν δὲ πεσὼν ἐκυκίνσετο γαίῃ
- ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ
- χειρὸς ἐυστρέτοιο, φέρων αὐτόσσυτον ὁρμήν,
- εἰσόκε σήματα πάντα παρέσπαμεν· ἀγρόμενοι δὲ
- πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος,
- ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν.
- καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυχαλείῃ
- διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἀλιμήδης·
- ἄκμων δʼ εἰλιπόδης χρυσαυγέα κούφισε μίτρην·
- καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας