Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ μεθέπεις γλυκὺν οἶστρον ἐμῆς ἔτι παιδὸς Ἐρώτων·
  2. δός μοι σῶν πτερύγων βάλιον δρόμον εἰς μίαν ὤρην,
  3. Ὠκύθοον ταχύγουνον ἴνα προθέοντα παρέλθω.
  4. ὣς φαμένου Βορέης ἱκετήσιον ἔκλυε φωνήν,
  5. καί μιν ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης.
  6. τρεῖς μὲν ἐπερρώοντο ποδῶν ἀνεμώδεϊ παλμῷ,
  7. ἀλλʼ οὐκ ἶσα τάλαντα· καὶ ὁππόσον ὠκέι ταρσῷ
  8. Ὠκυθόου προθέοντος ὀπίστερος ἦεν Ἐρεχθεύς,
  9. τόσσον ἀελλήεντος Ἐρεχθέος ἔπλετο γείτων
  10. Πρίασος αὐχήεις, Φρύγιον γένος. ἐσσυμένων δὲ
  11. ὁππότε λοίσθιος ἦεν ἔτι δρόμος ἅλματι ταρσῶν,
  12. Ὠκύθοος ταχύγουνος ἐπωλίσθησε κονίῃ,
  13. ἧχι βοῶν πέλεν ὄνθος ἀθέσφατος, οὓς παπά τύμβῳ
  14. Μυγδονίῃ Διόνυσος ἀπηλοίησε μαχαίρῃ·
  15. ἀλλὰ παλιννόστοιο ποδὸς ταχυσδινέι παλμῷ
  16. Ὠκύθοος πεφόρητο μετάλμενος· ἐσσυμένως δὲ
  17. ἀντιπάλου προθέοντος ἐπήλυδα ταρσὸν ἀμείβων,
  18. εἰ τότε βαιὸς ἔην ἔτκ που δρόμος, ᾗ τάχα βαίνων
  19. ἢ πέλεν ἀμφήριστος ἢ ἔφθασεν ἀστὸν Ἀθἠνης.
  20. καὶ κτέρας αἰολόνωτον ἐκούφισεν ὠκὺς Ἐροχθεύς,