Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὣς φαμένου Δικταῖος ἐθήμονα γούνατα πάλλων---
  2. τῷ δʼ ἐπὶ ποικιλόμητις ἀνέδραμεν ὠκὺς Ἐρεχθεύς,
  3. Παλλάδι Νικαίῃ μεμελημένος, αὐτὰρ ἐπʼ αὐτῷ
  4. Πρίασος ὠκυπόδης, Κυβεληίδος ἀστὸς ἀρούρης.
  5. τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· Ὠκύθοος δὲ
  6. πρῶτος ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ,
  7. ἰθυτενῆ προκέλευθον ἔχων δρόμον· ἐσσύμενος δὲ
  8. δεύτερος ἀγχικέλευθος, ὀπίστερος ἦεν Ἐρεχθεύς,
  9. γείτονος Ὠκυθόοιο μετάφρενον ἄσθματι βάλλων,
  10. καὶ κεφαλὴν θέρμαινε· φιληλακάτοιο δὲ κούρης
  11. οἷα κανὼν στέρνοιο πέλει μέσος, ὅν τινι μέτρῳ
  12. παρθένος ἱστοπόνος τεχνήμονι χειρὶ τανύσσῃ,
  13. Ὠκυθόου πέλε τόσσον ὀπίστερος· ἀμφὶ δὲ γαίῃ
  14. ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι.
  15. καί νύ κεν ἀμφήριστος ἔην δρόμος· ἀλλὰ πορείην
  16. μιμηλὴν ἰσόμετρον ἰδὼν ἐτιταίνετο ταρσῷ
  17. κουφοτέρῳ, καὶ φῶτα παρέδραμε μείζονι μέτρῳ,
  18. ὁππόσον ἀνέρος ἴχνος· ὅθεν τρομέων περὶ νίκης
  19. τοῖον ἔπος βοόων Βορέην ἱκέτευεν Ἐρεχθεύς·
  20. Γαμβρέ, τεῷ χραίσμησον Ἐρεχθέι καὶ σέο νύμφῃ,