Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θερμὴν τριβομένοιο κατʼ αὐχένος ἰκμάδα πέμπων.
  2. τοῦ δὲ πιεζομένοιο συνέρρεον ὀξέι παλμῷ
  3. κεκριμένοι κήρυκες, ὀπιπευτῆρες ἀγῶνος,
  4. μή μιν ἀποκτείνειεν ὁμόζυγι πήχεος ὁλκῷ.
  5. οὐ γὰρ ἔην τότε θεσμὸς ὁμοίιος, ὃν πάρος αὐτοὶ
  6. ὀψίγονοι φράσσαντο, τιταινομένων ὅτε δεσμῶν
  7. αὐχενίων πνικτῆρι πόνῳ βεβαρημένος ἀνὴρ
  8. νίκην ἀντιπάλου μνηστεύεται ἔμφρονι σιγῇ,
  9. ἀνέρα νικήσαντα κατηφέι χειρὶ πατάξας. [*](So MSS.: καθάψας Ludwich.)
  10. καὶ τρίπον εἰκοσίμετρον ἐπηχύναντο λαβόντες
  11. Μυρμιδόνες, θεράποντες ἀεθλοφόρου βασιλῆος·
  12. Ἀκταίων δὲ λέβητα ταχίονι κούφισε ῥιπῇ,
  13. δεύτερα πατρὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.
  14. καὶ τότε Βάκχος ἔθηκε ποδῶν ταχυτῆτος ἀγῶνα·
  15. πρώτῳ ἀεθλητῆρι τιθεὶς κειμήλια νίκης
  16. ἀργύρεον κρητῆρα δορικτήτην τε γυναῖκα,
  17. δευτέρῳ αἰολόδειρον ἐθήκατο Θεσσαλὸν ἵππον,
  18. καὶ πυμάτῳ ξίφος ὀξὺ σὺν εὐτμήτῳ τελαμῶνι.
  19. ὀρθωθεὶς δʼ ἀγόρευε, ποδώκεας ἄνδρας ἐπείγων·
  20. Ἀνδράσιν ὠκυπόροισιν ἀέθλια ταῦτα γενέσθω.