Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἤγαηεν ἐκ σκοπέλοιο, καί, ὁππόθι σήματα Νίκης
  2. ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί,
  3. λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ
  4. πυρκαϊὴν φθιμένοιο· Διοβλήτῳ δὲ θεείῳ
  5. ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας
  6. πυρσοτόκων· καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου
  7. κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ·
  8. τρίβων δʼ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων
  9. ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ,
  10. πυρκαϊῇ δʼ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.
  11. οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ,
  12. ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας
  13. ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην,
  14. πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην.
  15. καὶ Βρομίου καλέοντος Ἑωοδόρος ἔκλυε γείτων
  16. ἱκεσίης, καὶ γνωτὸν ἑὸν προίηκε Λυαίῳ,
  17. ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν.
  18. καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς
  19. πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης
  20. πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ·