Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νεκρὸν ἀμοιβαίῃσιν ὅλον σκιόωντες ἐθείραις.
  2. καὶ νέκυν ἔστενε Βάκχος ἀπενθήτοιο προσώπου
  3. ὄμμασιν ἀκλαύτοισιν, ἀκερσικόμου δὲ καρήνου
  4. πλοχμὸν ἕνα τηήξας ἐπεθήκατο δῶρον Ὀφέλτῃ.
  5. ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα
  6. Ἰδαῖοι θεράποντες ὀριτρεφέος Διονύσου·
  7. ἐν δὲ πυρῇ μεσάτῃ στόρεσαν νέκυν. ἀμφὶ δἐ νεκρῷ
  8. Ἀστέριος Δικταῖος ἐπήορον ἆορ ἐρύσσας
  9. Ἰνδοὺς κυανέους δυοκαίδεκα δειροτομήσας
  10. θῆκεν ἄγων στεφανηδὸν ἐπασσντέρῳ τινὶ κόσμῳ·
  11. ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας.
  12. καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης
  13. πρόσθε πυρῆς· κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ
  14. σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων,
  15. ὧν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου,
  16. ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην.
  17. ἔνθα πυρὸς χρέος ἔσκε· φιλοσκοπέλοιο δὲ Κίρκης
  18. Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης,
  19. ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης,
  20. πυροστόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης,