Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ σέλας ἠκόντιζον ἐς ὴέρα θυιάδες αὖαι,
- γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ
- Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίσων,
- Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου
- εὐόδμου, δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην,
- ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων.
- Ἀλλʼ ὅτε δὴ δροσεριῖο προάγγελος ἅρματος Ἠοῦς
- ὄρθρος ἐρευθιόων ἀμαρύσσετο νύκτα χαράσσων,
- δὴ τότε πάντες ὄρουσαν, ἀμοιβαίνῳ δὲ κυπίλλῳ
- πυρκαϊὴν ἑτάροιο κατέαβεσαν ἰκμάδι Βάκχου.
- καὶ βαλίαις πτερύγεσσιν ἐχάζετο θερμὸς ἀήτης
- εἰς δόμον Ἠελίοιο φαεσφόρον. Ἀστέριος δὲ
- ὀστέα συλλέξας κεκαλυμμένα δίπλακι δημῷ
- εἰς χρυσέην φιάλην κατεθήκατο λείψανα νεκροῦ.
- καὶ τροχαλοὶ Κκορύβαντες, ἐπεὶ λάχον ἔνδιον Ἴδης,
- νεκροὸν ἐταρχύσαωτο, μιῆς οἰκήτορα πάτρης,
- Κρήτης γνήσιον αἷμα, βαθυνομένων δὲ θεμέθλων
- τύμβον ἐτορνώσαωτο πεδοσκαφέος διὰ κόλπου·
- καὶ κόνιν ὀθνείην πυμάτην ἐτέχευαν Ὀφέλτῃ,
- καὶ τάφον αἰπυτέροισιν ἀνεστήσαντο δομαίοις,