Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.
  2. ἔννεπεν ἀστήρικτον ὄχον προκέκευθον ἐλαύνων
  3. ὠκυτέρῃ μάστιγι· καὶ ἄχνυτο Φαῦνος ἀκούων.
  4. καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς
  5. κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων,
  6. καί τινα λυομένοιο παραΐξαντα λεπάδνου
  7. πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ·
  8. στήσας δʼ ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων
  9. ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας
  10. φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ·
  11. καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων,
  12. ὠκύτερον δʼ ἐδίωκε παροίτερον ἡνιοχῆα·
  13. καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις
  14. ἵππιος ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων·
  15. στεινωπὴν δέ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ
  16. ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας
  17. ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην.
  18. ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου
  19. χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ
  20. ἠερόθεν προχέοντος· ἐεργομένῳ δὲ ῥεέθρῳ