Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης,
  2. ἧχτ μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης,
  3. φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος·
  4. καὶ οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν·
  5. Εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες,
  6. εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι,
  7. οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων·
  8. λύματα σεῖο κάθαιρε· τί σοι τόσον ἵππον ἐλαύνειν;
  9. μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω.
  10. τὸν [*](τὸν H. J. Rose, σὸν MSS. and edd.) θρασὺν Ἀκταίωνα φυλάσσεο, μή σε κιχήσας
  11. ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ,
  12. μή σε πάλιν προκάρηνον ἀκονίζειε κονίῃ.
  13. εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς·
  14. Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων
  15. πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ;
  16. ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα.
  17. Σειληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου,
  18. μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ.
  19. πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης;
  20. πάντά σε, πάντα λέλοιπεν, ὅτʼ εἰς δρόμον ἦλθες ἀγῶνος.