Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δʼ ἐπἰ δειρήν,
  2. εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ
  3. ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων
  4. σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου,
  5. κουφίζων ζυγόδεσμα, καὶ ὑψόσε δίφρον ἀνέλκων.
  6. οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλεος δὲ
  7. ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων·
  8. θρύπτετο δʼ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου
  9. ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών.
  10. ἡνίοχος δʼ ἀνέπαλτο θοώτερος· ἐσσυμένως δὲ
  11. εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ,
  12. αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων·
  13. καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων.
  14. καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου
  15. Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν·
  16. Λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους,
  17. λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ,
  18. Φαῦνος ὅτι προθέοντας ὅλους, ἐλατῆρας ἐάσας
  19. νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων·
  20. φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ