Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μηδὲ λίπῃς κοτέοντα τεὸν πόσιν, ἀλλὰ μολοῦσα
  2. Ἰνδῴης ἀκίχητος ὑπὸ κλέτας εὔβοτον ὕλης
  3. Βάκχῳ μαζὸν ὄρεξον ἐμὴν μετὰ μητέρα Ῥείην,
  4. ὄφρα τελειοτέροισιν ἑοῖς στομάτεσσιν ἀρύσσῃ
  5. σὴν ἱερὴν ῥαθάμιγγα προηγήτειραν Ὀλύμπου,
  6. καὶ βατὸν αἰθέρα τεῦξον ἐπιχθονίῳ Διονύσῳ·
  7. ὑμετέρῳ δὲ γάλακτι δέμας χρίσασα Λυαίου
  8. σβέσσον ἀμερσινόοιο δυσειδέα λύματα νούσου.
  9. καί σοι ἐπεντύνω γέρας ἄξιον· ὑμετέρῃ γὰρ
  10. στηρίξω κατʼ Ὄλυμπον ἐοικότα κύκλον ἐέρσῃ,
  11. Ἡραίοιο γάλακτος ἐπώνυμον, ὄφρα γεραίρω
  12. ἰκμάδα πασιμέλουσαν ἀλεξικάκου σέο μαζοῦ·
  13. μοῦνον ἐμοί πεφύλαξο Διὸς φιλότεκνον ἀπειλήν,
  14. μηδέ πάλιν δόλον ἄλλον ἐπεντύνῃς Διονύσω.
  15. ὣς εἰπὼν προέηκε παλίγκοτον εὐνέτιν Ἥρην
  16. Βακχείης κακότητος ἀλεξήτειραν ἀνάγκῃ,
  17. ἵλαον εὐάντητον ἀτυζομένῳ Διονύσῳ,
  18. ὄφρα δέμας Βρομίοιο γαλαξαίῃσιν ἐέρσαις
  19. χειρὶ περιχρίσειε θεοτρεφέων ἀπὸ μαζῶν.
  20. Ἥρη δʼ οὐκ ἀμέλησεν· ἀκεσσιπόνοιο δὲ θηλῆς