Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀλλʼ ἔτι καὶ φθιμένῃ τάχα χώεαι; οὐδὲ καὶ αὐτὴ
- σὸν κότον ἐπρήυνεν ἀτέρμονα νυμφιδίη φλόξ,
- λέκτρα διασκεδάσασα Διοβλήτοιο Θυώνης;
- Ἰνδοφόνῳ τέο μέχρις ἐπιβρίθεις Διονύσῳ;
- ἅζεο σοὺς προτέρους πάλιν ἄκμονας· εἰσέτι κεῖνοι,
- εἰσέτι μοι παρέασιν ἀρηγόνες, οὓς ποσὶ δήσας
- ὑμετέροις ἔσφιγξα· σὺ δʼ ἄστατος ὑψόθι γαίης
- αἰθέρι καὶ νεφέλῃσι μετάρσιον εἶχες ἀνάγκην·
- καὶ θρασὺς ἐν νεφέλῃσι περίπλοκον ὑψόθι γαίης
- δέσμιον εἶδεν Ἄρης σε, καὶ οὐ χραίσμησε τεκούσῃ·
- οὐ πυρόεις Ἥφαιστος ἐπήρκεσεν· οὐ δύναται γὰρ
- τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ.
- δήσω σὰς παλάμας χρυσέῳ πάλιν ἠθάδι δεσμῷ·
- Ἄρεα δʼ ἀρραγέεσσιν ἀλυκτοπέδῃσι πεδήσω
- εἰς τροχὸν αὐτοκύλιστον ὁμόδρομον, οἷος ἀλήτης
- Τάνταλος ἠερόφοιτος ἤ Ἰξίων μετανάστης·
- καί μιν ἀναλθήτοισιν ὅλον πληγῇσιν ἱμάσσω,
- εἰσόκε νικήσειεν ἐμὸς πάις υἱέας Ἰνδῶν.
- ἀλλὰ τεῷ Κρονίωνι χαρίζεαι, αἴ κεν ἐλάσσῃς
- λύσσαν ἐριπτοίητον ἱμασσομένου Διονύσου,