Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θεσπεσίῃ ῥαθάμιγγι δέμας χρίσασα Λυαίου
  2. ἄγρια δαιμονίης ἀπεσείσατο λύματα λύσσης·
  3. καὶ δίδυμον φθόνον εἶχεν ὑποκλέπτοντι προσώπῳ
  4. ἠνορέην ὁρόωσα καὶ ἀγλαΐην Διονύσου,
  5. καὶ φθονεραῖς παλάμῃσι μεμηνότος ἥψατο Βάκχου·
  6. ἀμφί δέ οἱ στομάτεσσιν ἀνειρύσσασα χιτῶνος
  7. ἀμβροσίης πλήθουσαν ἑὴν γυμνώσατο θηλήν,
  8. θλιβομένην βλύζουσα χύσιν ζηλήμονι μαζῷ·
  9. καί μιν ἀνεζώγρησε· τανυπλοκάμου δὲ Λυαίου
  10. ὄμμασι μηκεδανοῖσι τόσην διεμέτρεεν ἥβην,
  11. εἴ ποτε τηλίκον εἶδος ἐπιχθονίη τέκε γαστήρ,
  12. εἰ τόσος ἦεν Ἄρης ἐγχεσπάλος, εἰ τόσος Ἑρμῆς,
  13. εἰ Φαέθων πέλε τοῖον ἢ ἱμερόφωνος Ἀπόλλων·
  14. καί μιν ἔχειν μενέαινεν ἐν αἰθέρι νυμφίον Ἥβης,
  15. εἰ μή οἱ κατένευσε μετὰ χρόνον ὑψιμέδων Ζεὺς
  16. μόρσιμον Ἡρακλῆα δυωδεκάεθλον ἀκοίτην.
  17. ἡ μὲν ἀλεξήσασα πόνον μανιώδεα Βάκχου
  18. ὑψιφανὴς ἀνέβαινε τὸ δεύτερον εἰς χορὸν ἄστρων,
  19. μὴ στρατιὴν ἀσίδηρον ἐσαθρήσῃ Διονύσου
  20. μαρναμένην νάρθηκι καὶ ἀμπελόεντι κορύμβῳ,