Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἶπε θεά· καὶ μάργος Ἔρως ἀνεπάλλετο κόλπου
- μητρὸς ἑῆς, καὶ τόξον ἐκούφισεν, ἀμφὶ δὲ βαιῷ
- ὤμῳ πανδαμάτειρον ἐπῃώρησε φαρέτρην·
- καὶ πτερόεις πεπότητο διʼ αἰθέρος· ἀμφὶ δὲ Κέρνῃ
- κυκλώσας πτερὰ κοῦφα βολαῖς ἀντώπιος Ἠοῦς
- ἵπτατο μειδιόων, ὅτι τηλίκον ἡνιοχῆα
- δίφρων οὐρανίων ὀλίγοις ἔφλεξε βελέμνοις,
- καὶ σέλας Ἠελίοιο σέλας νίκησεν Ἐρώτων.
- καὶ ταχὺς Ἰνδῴοιο μολὼν κατὰ μέσσον ὁμίλου
- τόξον ἑὸν στήριζεν ἐπʼ αὐχένι Χαλκομεδείης·
- καὶ βέλος ἰθύνων ῥοδέης περὶ κύκλα παρειῆς
- Μορρέος εἰς φρένα πέμψεν, ἐρετμώσας δὲ πορείην
- νηχομένων πτερύγων ἑτερόζυγι σύνδρομος ὁλκῷ
- πατρῴους ἀνέβαινεν ἐς ἀστερόεντας ὀχῆας,
- καλλείψας πυρόεντι πεπαρμένον Ἰνδὸν ὀιστῷ.
- αἰεὶ δʼ ἔνθα καὶ ἔνθα πόθου δεδονημένος ἰῷ,
- παρθένος ἧχι βέβηκε, δυσίμερος ἤιε Μορρεύς,
- μείλιχον ἆορ ἔχων, πεφιδημένον ἔγχος ἀείρων,
- καὶ θρασὺν Ἱμερόεντι νόον μαστίζετο κεστῷ·
- ἀμφὶ δέ μιν περίκυκλον ἐρωμανὲς ὄμμα τιταίνων