Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- νεύμασι Κυπριδίοισιν ἀθελγέας εἷλκεν ὀπωπάς.
- ἡ δὲ δολοφρονέουσα παρήπαφεν ὄρχαμον Ἰνδῶν,
- οἷά περ ἱμείρουσα, πόθου δʼ ἀπεμάξατο κούρη
- ψευδαλέον μίμημα· καὶ αἰθέρος ἥπτετο Μορρεύς,
- ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐν κραδίῃ γὰρ
- παρθενικὴν ἐδόκησεν ἔχειν βέλος ἶσον Ἐρώτων,
- κοῦφος ἀνήρ, ὅτι παῖδα σαόφρονα δίζετο θέλγειν
- κυανέοις μελέεσσι, καὶ οὐκ ἐμνήσατο μορφῆς.
- καί οἱ ἐπεγγελόωσα δόλῳ φιλοπαίγμονι κούρη
- ἀγχιφανὴς ἐρέθιζε δυσίμερον, ἀντιβίῳ δὲ
- εἶπεν ἀνυμφεύτοιο ποδήνεμα γούνατα νύμφης,
- πῶς ποτε Φοῖβον ἔφευγε, Βορηίδι σύνδρομος αὔρῃ,
- πῶς διερὸν παρὰ χεῦμα τιταινομένου ποταμοῖο
- παρθένιον πόδα πῆξε παρʼ εὐρυρέεθρον Ὀρόντην,
- ὁππότε γαῖα χανοῦσα παρʼ εὐύδρου στόμα λίμνης
- παῖδα διωκομένην οἰκτίρμονι δέξατο κόλπῳ.
- τοῖον ἔπος φαμένης ἀνεπάλλετο χάρματι Μορρεύς,
- ἓν δέ ἑ μοῦνον ὄρινε, διωκομένην ὅτι Δάφνην
- καὶ θεὸς οὐκ ἐκίχησε καὶ οὐκ ἐμίηνεν Ἀπόλλων·
- καὶ βραδὺν ἔννεπε Φοῖβον· ἀεὶ δʼ ὑπεμέμφετο γαίῃ,