Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἄρης Δηριάδαο, σὺ δὲ προμάχιζε Λυαίου·
- ἔγχος ἔχει, σὺ δὲ τόξον ὑπέρτερον, ᾧ γόνυ κάμπτει
- Ζεὺς ὕπατος καὶ θοῦρος Ἄρης καὶ θέσμιος Ἑρμῆς·
- δειμαίνει σέο τόξα καὶ ὁ κλυτότοξος Ἀπόλλων.
- εἰ δὲ τεῇ, φίλε κοῦρε, χαρίζεαι ἀφρογενείῃ,
- Βασσαρίδων προμάχιζε καὶ ἡμετέρου Διονύσου.
- ἀλλὰ μολὼν ἀκίχητος Ἑώιον εἰς κλίμα γαίης
- Ἰνδῴην παρὰ πέζαν, ὅπῃ θεράπαινα Λυαίου
- ἔστί τις ἐν Βάκχῃσιν, ὑπέρτερος ἥλικος ἤβης,
- οὔνομα Χαλκομέδη φιλοπάρθενος—εἰ δέ κεν ἄμφω
- Χαλκομέδην καὶ Κύπριν ἔσω Λιβάνοιο νοήσῃς,
- οὐ δύνασαι, φίλε κοῦρε, διακρίνειν Ἀφροδίτην—.
- καῖθι μολὼν χραίσμησον ἐρημονόμῳ Διονύσῳ,
- Μορρέα τοξεύσας ἐπὶ κάλλεϊ Χαλκομεδείης·
- σεῖο δὲ τοξοσύνης γέρας ἄξιον ἐγγυαλίξω
- Λήμνιον εὐποίητον ἐγὼ στέφος, εἴκελον αἴγλαις
- ἠελίου φλογεροῖο· σὺ δὲ γλυκὺν ἰὸν ἰάλλων
- δὸς χάριν ἀμφοτέροις, καὶ Κύπριδι καὶ Διονύσῳ·
- σὸν καὶ ἐμὸν κύδαινε γαμοστόλον ὄρνιν Ἐρώτων,
- εὐφροσύνης κήρυκα βιοζυγέων ὑμεναίων.