Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἶπε, καἰ ἰθυκέλευθον ἐν ἠέρι ταρσὸν ἑλίσσων
  2. ἔφθασεν Ἀγλαΐην πτερύγων διδυμάονι ῥοίζῳ,
  3. ἄχρι δόμων ἐπέβαινεν ἐπειγομένης Ἀφροδίτης.
  4. καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
  5. πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
  6. γούνασι κουφίζουσα φίλον βάρος· ἑζομένου δὲ
  7. καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ
  8. ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
  9. οἶα χόλου πνείουσα, δολόφρονα ῥήξατο φωνήν·
  10. τέκνον ἐμόν, Φαέθοντος ἐλήσαο καὶ Κυθερείης·
  11. οὐκέτι Πασιφάη μυκώμενα λέκτρα διώκει·
  12. ἠέλιος γελάᾳ με, καὶ Ἀστρίδος αἷμα κορύσσει
  13. παιδὸς ἑῆς υἱῆα μαχήμονα Δηριαδῆα,
  14. Βασσαρίδων ὀλετῆρα γυναιμανέος Διονύσου,
  15. καὶ Σατύρων Βρομίοιο ποθοβλήτων ἐλατῆρα.
  16. τοῦτό με μᾶλλον ὄρινεν, ὅτι βροτοειδέι μορφῇ
  17. Ἄρης ἐγρεκύδοιμος ἔχων συνάεθλον Ἐνυώ,
  18. ἀρχαίης φιλότητος ἀφειδήσας Ἀφροδίτης,
  19. νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ,
  20. Ἰνδῴῳ βασιλῆι συνέμπορος. ἀλλʼ ἐνὶ χάρμῃ