Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πορφυρέη, καιὶ Ζηνὶ καὶ ἀγλαοπήχεϊ νύμφῃ
  2. αὐτόματον σκέπας ἦεν ὀρσσαύλων ὑμεναίων,
  3. καὶ τύπος αὐτοτέλεστος ἀναγκαίης πέλεν εὐνῆς.
  4. οἱ δὲ γάμου χαρίεντος ὁμίλεον ἠδέι θεσμῷ·
  5. γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
  6. ἄνθεσιν ἱμερτοῖσι γαμήλιον ἔστεφεν εὐνήν·
  7. καὶ κρόκος ἐβλάστησε Κίλιξ καὶ ἐφύετο μῖλαξ,
  8. θήλεϊ δʼ ἄρσενα φύλλα συνέπλεκε γείτονι ποίῃ,
  9. οἷα πόθου πνείων καὶ ἐν ἄνθεσιν ἁβρὸς ἀκοίτης,
  10. καὶ λέχος ἀμφοτέρων ἐπεκόσμεε διπλόος ὄρπηξ,
  11. Ζῆνα κρόκῳ πυκάσας καὶ μίλακι σύγγαμον Ἥρην·
  12. καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ
  13. ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.
  14. οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι
  15. γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς
  16. ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης·
  17. πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς,
  18. καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων.
  19. ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς,
  20. ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων,