Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νύμφα φίλη, λίπε δῆριν· ἐμὸς Διόνυσος ἀγήνωρ
  2. ἀμώων προθέλυμνον ἀβακχεύτων γένος Ἰνδῶν
  3. χαιρέτω· ἀμφοτέρους δὲ γαμήλια λέκτρα δεχέσθω·
  4. οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος, οὐδὲ θεαίνης
  5. θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ ---
  6. οὐδʼ ὅτε Τηϋγέτης Ἀτλαντίδος, ἧς ἀπὸ λέκτρων
  7. πρεσβυγενὴς πολιοῦχος ἀεξήθη Λακεδαίμων·
  8. οὐ τόσον ἠρασάμην Νιόβης παρὰ γείτονι Λέρνῃ,
  9. κούρης ἀρχεγόνοιο Φορωνέος· οὐ τόσον Ἰοῦς
  10. φοιτάδος Ἰναχίης ταυρώπιδος, ἣ παρὰ Νείλῳ
  11. τίκτε γονὴν Ἐπάφοιο καὶ ἀρχεγόνου Κεροέσσης·
  12. οὐ Παφίης τόσον ἦλθον ἐς ἵμερον, ἧς χάριν εὐνῆς
  13. Κενταύρους ἐφύτευσα βαλὼν σπόρον αὔλακι γαίης·
  14. ὡς σέο νῦν μεθέπω γλυκερὸν πόθον, ἦ ῥα καὶ αὐτὴ
  15. ὡς Ζθγίη γεγαυῖα καὶ ὡς μεδέουσα γενέθλης
  16. Κυπριδίοις βελέεσσιν ὀιστεύεις παρακοίτην;
  17. ὣς εἰπὼν χρυσέας νεφέλας πυργηδὸν ἑλίξας
  18. δινωτὴν ἐπίκυρτον ἐνεσφαίρωσε καλύπτρην·
  19. καὶ θαλάμου ποιητὸς ἔην τύπος, ὃν τότε κύκλῳ
  20. ἴριδος αἰθερίης ἑτερόχροος ἔστεφε μορφὴ