Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τόφρα δὲ ποικιλόμορφος ἐν οὔρεσι φοιτὰς Ἐρινὺς
  2. νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ·
  3. καὶ κτύπον ἐσμαράγησεν ἐπʼ ὀφθαλμοῖσι Λυαίου,
  4. σεισαμένη βαρύδουπος ἐχιδνήεσσαν ἱμάσθλην·
  5. καὶ κεφαλὴν ἐλέλιξε, δρακοντείων δὲ κομάων
  6. φρικτὰ τινασσομένων ἐπεσύρισε λοίγιος ἠχώ,
  7. καὶ σκοπιὴν ἔρραινον ἐρημάδα πίδακες ἰοῦ---
  8. ἄλλοτε θηρείοιο τύπον φαίνουσα προσώπου
  9. αἰνομανὴς ἔφριξε λέων πυκινότριχι λαιμῷ,
  10. χάσματι φοινήεντι καταΐσσων Διονύσου.
  11. τὸν μὲν ἀμερσινόοιο κατάσχετον ἅλματι λύσσης
  12. Ἄρτεμις ἐσκοπίαζε, καὶ ἤθελε λύσσαν ἐλάσσαι,
  13. ἀλλά μιν ἐπτοίησε βαρύκτυπος ὑψόθεν Ἥρη,
  14. πυρσὸν ἀκοντίζουσα· καὶ εἴκαθε δεσπότις ἄγρης
  15. μητρυιῇ κοτέουσα· φύλαξ δέ τις ἔπλετο Βάκχου
  16. μαινομένου, καὶ θῆρας ἑοὺς ἀνέκοψεν ἀπειλῇ,
  17. καὶ κύνας ἀγρευτῆρας ἐπεσφηκώσατο δεσμῷ,
  18. αὐχενίων σφίγξασα πολύπλοκον ὁλκὸν ἱμάντων,
  19. μὴ χρόα δηλήσαιντο νοοσφαλέος Διονύσου.
  20. Νερτερίῳ δὲ Μέγαιρα κελαινιόωσα χιτῶνι