Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί·
- καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ·
- Ἥρη, τίπτε βέβηκας Ἑώιον εἰς κλίμα γαίης;
- τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις;
- ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ,
- καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι;
- ἔννεπε· καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρη
- ζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην·
- Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος· οὐ γὰρ ἱκάνω
- Ἄρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου
- ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ
- γείτονος Ἠελίοιο μετέρχουαι αἴθοπας αὐλὰς
- σπερχομένη· πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ
- Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ
- συζυγίην ἀπέειπε· καὶ ἔπλετο κόσμος ἀλήτης,
- καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων·
- τοῦτον ἐγὠ καλέουσα παλίνδρομoς ἐνθάδε βαίνω·
- οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς
- χεῖρες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.
- τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης·