Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μείλιχα λιχμώοντας ἀπέθρισε νηλέι θύρσῳ·
  2. καὶ σκοπιὰς ἐτίναξε τανυγλώχινι κεραίῃ
  3. κτείνων ἀκλινέων ἱκετήσια φῦλα λεόντων·
  4. καί δρύας εὐκάρποιο μετερρίζωσεν ἀρούρης,
  5. Ἁδρυάδας δʼ ἐδίωκεν· ὀιστεύων δὲ κολώνας
  6. Νηιάδας ποταμοῖο μετήλυδας ἤλασε Νύμφας.
  7. Βασσαρίδες δʼ ἀλάληντο καὶ οὐχ ἥπτοντο Λυαίου,
  8. καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ,
  9. οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῇς,
  10. μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ,
  11. ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.
  12. Δηριάδης δʼ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις,
  13. νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου.
  14. ὡς δʼ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ
  15. ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις,
  16. κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νίφων.
  17. πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ
  18. λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἐλίξας
  19. ἰστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης
  20. λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δέ κεραίη,