Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ναῦται δʼ ἀσχαλόωντες ἐπέτρεπον ἐλπίδα πόντῳ·
  2. ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς Ἄρης.
  3. ἔνθά τις οὐ κατὰ κόσμον ἔην ἔρις, οὐ κλόνος ἀνδρῶν
  4. ἶσος ἔην, οὐ δῆρις ὁμοίιος· ἀκάματος γὰρ
  5. νόστιμος ἐγρεκύδοιμος ἐπέβρεμε χάλκεος Ἄρης,
  6. Μωδαίου [*](See Crit. Intr.) προμάχοιο φέρων τύπον, ὃς πλέον ἄλλων
  7. ὑσμίνης ἀκόρητος ἀτερπέι τέρπετο λύθρῳ,
  8. ᾧ πλέον εἰλαπίνης φόνος εὔαδεν· ἐν δὲ βοείῃ,
  9. οἶά τε Γοργείων πλοκάμων ὀφιώδεας ὁλκούς,
  10. γραπτὸν ἐυσμήριγγος ἔχων ἴνδαλμα Μεδούσης
  11. Δηριάδῃ πέλεν ἶσος, ὁμόχροος· οὖ τότε μορφῆς
  12. ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου,
  13. καὶ σκολιὴν πλοκαμῖδα φέρων καὶ σῆμα βοείης,
  14. αἰνομανὴς πεφόρητο μόθῳ λαοσσόος Ἄρης,
  15. καὶ προμάχους θάρσυνεν. ὁμογλώσσῳ δʼ ἀλαλητῷ
  16. Βάκχου μὴ παρεόντος ἀταρβέες ἔβρεμον Ἰνδοί,
  17. καὶ κτύπον ἐννεάχιλον ἐπέκτυπε λοίγιος Ἄρης,
  18. φοιταλέην συνάεθλον ἔχων Ἔριν· δὲ κυδοιμοῖς
  19. στῆσε Φόβον καὶ Δεῖμον ὀπάονα Δηριαδῆος.
  20. καὶ στρατιὴν οἴστρησαν ἐρημονόμου Διονύσου