Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ
- φάσματα ποικιλόμορφα· κατὰ Βρομίοιο δὲ πολλαὶ
- ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου
- καὶ βλοσυροὶ σπινθῆρες· ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
- Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης.
- καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης
- δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ
- ἄσθματι δαιμονίῳ δεδονημένος· ἀμφὶ δὲ πέτραις,
- οἰστρομανὴς ἅτε ταῦρος, ἑάς ἤρασσε κεραίας,
- τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ·
- Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν
- φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ,
- ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου.
- καὶ βαλίας ἐλάφους, λασίας δʼ ἐδίωκε λεαίνας
- Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην·
- οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε· ταρβαλέη δὲ
- ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ
- λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυσίου,
- δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς·
- μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινί πέτρῃ