Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αὐχένι μιτρώσας πυριθαλπέος ὁρμὸν ἀνάγκης
- εἰλυφόων· πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος
- ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ
- ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν,
- σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ·
- θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης.
- καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ,
- εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης·
- ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης,
- ταυροφοὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ·
- ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ,
- ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου,
- λύματα τεφρήεντα διασμήχων τρυφαλείης·
- Μορρέα δʼ ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ,
- πορφυρέῃ νεφέλῃ κεκαλυμμένα γυῖα καλύψας,
- μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις,
- Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ,
- μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης
- γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος,
- μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ.