Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Πυρσοφόρος δʼ Ἥφαιστος ὅλους ἐδίωκε μαχητὰς
  2. ἱσταμένοθς περὶ παῖδα νεούτατον, ὑψόθι δʼ ὤμου
  3. υἱὸν ἐλαφρίζων ἐπερείσατο γείτονι φηγῷ,
  4. νόσφιν ἀπὸ φλοίσβοιο, καὶ ἐζώγρησε πεσόντα, [*](So MSS.: Ludwich παθόντα.)
  5. οὐταμένῳ βουβῶνι φερέσβια φάρμακα πάσσων.
  6. οὐδὲ μόθου προτέροιο λελασμένος ἔπλετο Μορρεύς·
  7. ἀλλὰ πάλιν κεκόρυστο φυγὼν πυρόεσσαν Ἐνυὼ
  8. καὶ πρόμον ἀστράπτοντα καὶ αἰθαλόεσσαν ἀκωκήν·
  9. καὶ Φλόγιον Στροφίοιο πολύστροφον υἷα καχήσας
  10. ἔκτανεν, ὀρχηστῆρα φιλοσκάρθμου Διονύσου,
  11. ὅς τις ἀδακρύτοιο παρʼ εἰλαπίνῃσι Λυαίου
  12. ἀνταιτύπων ἐλέλιζε πολύτροπα δάκτυλα χειρῶν,
  13. καὶ θάνατον Φαέθοντος ἐχέφρονι χειρὶ τινάσσων
  14. δαιτυμόνας ποίησεν ἀήθεα δάκρυα λείβειν,
  15. ψευδαλέου Φαέθοντος ἐπικλαίοντας ὀλέθρῳ·
  16. καὶ νέον αἰθαλόεντα καὶ αὐτοκύλιστον ὑφαίνων
  17. λευγαλέον πόρε πένθος ἀπενθήτῳ Διονύσῳ.
  18. τοῦτον ἰδὼν σκαίροντα δορυσσόος ἔννεπε Μορρεύς·
  19. ἀλλοῖος χορὸς οὗτος, ὃν ἔπλεκες ἄγχι τραπέζης·
  20. ὀρχηθμὸν γελόωντα παρὰ κρητῆρι τιταίνων