Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γνωτοῖς διχθαδίοις κεκορυθμένος, ὄφρά κε μήτηρ
  2. δίζυγα δακρύσειεν ὀλωλότα τέκνα Καβειρώ,
  3. εἰς μίνα ἠριγένειαν ἑνὶ τμηθέντα σιδήρῳ.
  4. καί νύ κεν ἀμφοτέρους ἰσοελκέι δῶκεν ὀλέθρῳ,
  5. ἀλλὰ διὰ στομάτων βεβιημένον ἄσθμα τιταίνων
  6. Λήμνιον Εὐρυμέδων γενέτην ἐκαλέσσατο φωνῇ.
  7. ὦ πάτερ, ἐργοπόνοιο πυρίπνοε κοίρανε τέχνης,
  8. δός μοι ὀφειλομένην προτέρην χάριν, ὁππότε μούνη
  9. Σικελίην τρικάρηνον ἁλωιὰς ἥρπασε Δηώ,
  10. δῶρα καλυπτομένης ὀπτήρια Περσεφονείης,
  11. ἑσπερίους δʼ ἀνέκοψε τεοὺς φυσήτορας ἀσκοὺς
  12. καὶ πλατὺν ἐσχαρεῶνα καὶ ἅρπαγα σεῖο πυράγρην·
  13. ἀλλά μιν ἐπτοίησα προασπίζων γενετῆρος,
  14. ἄκμονος ὑμετέροιο βοηθόος· ἐξ ἐμέθεν δὲ
  15. σῷ Σικελῷ σπινθῆρι μέλας θερμαίνεται ἀήρ.
  16. ῥύεό μοι σέο παῖδα, τὸν ἄγριος οὔτασε Μορρεύς.
  17. εἶπε, καὶ οὐρανόθεν πυρόεις Ἥφαιστος ὀρυύσας
  18. σύγγονον ἀμφελέλιζε πολυσχιδὲς ἁλλόμενον πῦρ,
  19. δινεύων παλάμῃ πυρόεν βέλος· ἀμφὶ δὲ δειρὴν
  20. Μορρέος αὐτοέλικτος ἑλίσσετο πυρσὸς ἐχέφρων,