Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὀρχηθμὸν στονόεντα πόθεν μετὰ δῆριν ὑφαίνεις;
  2. εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου,
  3. Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις
  4. αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου·
  5. ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ,
  6. Περσεφόνη δʼ ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ.
  7. ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ,
  8. Σειληνοὺς δʼ ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχαίρῃ
  9. Τέκταφος ὡμάρτησε σακέσπαλος, ὅν ποτε δήσας
  10. Δηριάδης ἔκρυψεν ἕσω γλαφυροῖο βερέθρου.
  11. οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον· ἐν γὰρ ἀνάγκῃ
  12. τίς δύναταί ποτε πότμον ἀπʼ ἀνέρος ἐχθρὸν ἐρύκειν,
  13. νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει;
  14. οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι,
  15. ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου,
  16. εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων·
  17. ἐγρεμόθου δʼ ἤμησε Πυλαιέος ἀνθερεῶνα,
  18. Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ,
  19. καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε διδήρῳ.
  20. καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων,