Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλά μιν Εὐρυμέδων ταχὺς ἔδρακε, καί οἱ ὑπέστη
  2. δίστομον ἀντιβίην Κορυβαντίδα χειρὶ τινάσσων·
  3. ἔθλασε δʼ ἄκρα μέτωπα· διχαζομένου δὲ καρήνου
  4. ὄρθιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης·
  5. καὶ πρόμος εἰς χθόνα πῖπτε, περιρραίνων δὲ κονίην
  6. ἡμιθανὴς κεκύλιστο, πεδοσκαφέος δὲ μελάθρου
  7. ἀρχαίην κακότητα καὶ ὁπλοτέρης λίνα Μοίρης
  8. ἔστενε, καὶ δολίου μεμνημένος εἰσέτι φίλτρου
  9. παιδὸς ἀλεξικάκου κινυρῇ βρυχήσατο φωνῇ,
  10. τοῦ δὲ κινυρομένοιο κατέρρεε δάκρυα λύθρῳ·
  11. μῆτερ ἐμὴ καὶ μαῖα, δολοπλόκε δύσγαμε κούρη,
  12. τίπτέ μοι οὐ σχεδὸν ἦλθες, ὅτʼ ἐγγύθεν ἦλθον ὀλέθρου;
  13. νῦν πόθεν οὐ χραίσμησας ἐμοὶ πάλιν, ἄτρομε κούρη;
  14. πῇ σέο φίλτρον ἔβη φυσίζοον; ἦ ῥα φυλάσσεις
  15. πιστὰ τεῷ ζώοντι καὶ οὐ θνήσκοντι τοκῆι;
  16. εἰ δόλος ἐξ Ἀίδαο δυνήσεται ἄνδρα κομίζειν,
  17. δίζεό μοι δόλον ἄλλον ἀρείονα, δίζεο βουλὴν
  18. κερδαλέην θανάτοιο, μετὰ χθονίους κενεῶνας
  19. ὄφρα πύλας Ἀίδαο καὶ ἐν πολέμοισιν ἀλύξω,
  20. εἰ πέλε νόστιμος οἶμος ἀνοστήτοιο βερέθρου.